Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.147 Joseph. AJ 20.152 (English) >>Joseph. AJ 20.157

20.150ἦν γὰρ Ἀντωνιανὴ καὶ πρεσβυτάτη τῶν ἀδελφῶν, ἣν ἐκ Πετίνης τῆς πρώτης γυναικὸς εἶχεν. καὶ δὴ τὴν Ὀκταουίαν ἥρμοσεν τῷ Νέρωνι· τοῦτο γὰρ ὕστερον αὐτὸν ἐκάλεσεν εἰσποιησάμενος υἱὸν Καῖσαρ. 20.151

Δεδοικυῖα δʼ Ἀγριππῖνα, μὴ Βρεττανικὸς ἀνδρωθεὶς αὐτὸς παρὰ τοῦ πατρὸς τὴν ἀρχὴν παραλάβοι, τῷ δὲ αὐτῆς παιδὶ προαρπάσαι βουλομένη τὴν ἡγεμονίαν τά τε περὶ τὸν θάνατον τοῦ Κλαυδίου, 20.152καθάπερ ἦν λόγος, διεπράξατο, καὶ παραχρῆμα πέμπει τὸν τῶν στρατευμάτων ἔπαρχον Βοῦρρον καὶ σὺν αὐτῷ τοὺς χιλιάρχους τῶν τε ἀπελευθέρων τοὺς πλεῖστον δυναμένους ἀπάξοντας εἰς τὴν παρεμβολὴν τὸν Νέρωνα καὶ προσαγορεύσοντας αὐτὸν αὐτοκράτορα. 20.153Νέρων δὲ τὴν ἀρχὴν οὕτως παραλαβὼν Βρεττανικὸν μὲν ἀδήλως τοῖς πολλοῖς ἀναιρεῖ διὰ φαρμάκων, φανερῶς δʼ οὐκ εἰς μακρὰν τὴν μητέρα τὴν ἑαυτοῦ φονεύει, ταύτην ἀμοιβὴν ἀποτίσας αὐτῇ οὐ μόνον τῆς γενέσεως ἀλλὰ καὶ τοῦ ταῖς ἐκείνης μηχαναῖς τὴν Ῥωμαίων ἡγεμονίαν παραλαβεῖν. κτείνει δὲ καὶ τὴν Ὀκταουίαν, συνῴκει, πολλούς τε ἐπιφανεῖς ἄνδρας ὡς ἐπʼ αὐτὸν ἐπιβουλὰς συντιθέντας. 20.154

Ἀλλὰ περὶ μὲν τούτων ἐῶ πλείω γράφειν· πολλοὶ γὰρ τὴν περὶ Νέρωνα συντετάχασιν ἱστορίαν, ὧν οἱ μὲν διὰ χάριν εὖ πεπονθότες ὑπʼ αὐτοῦ τῆς ἀληθείας ἠμέλησαν, οἱ δὲ διὰ μῖσος καὶ τὴν πρὸς αὐτὸν ἀπέχθειαν οὕτως ἀναιδῶς ἐνεπαρῴνησαν τοῖς ψεύσμασιν, ὡς ἀξίους αὐτοὺς εἶναι καταγνώσεως.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.147 Joseph. AJ 20.152 (English) >>Joseph. AJ 20.157

Powered by PhiloLogic